Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.1 Dem. 50.3 (English) >>Dem. 50.6

50.2ἀναγκαῖον δή μοι δοκεῖ εἶναι ἅπαντα ἐξ ἀρχῆς διηγήσασθαι πρὸς ὑμᾶς. καὶ πρὸς θεῶν, ἄνδρες δικασταί, δέομαι ὑμῶν, μή με ἡγήσησθε ἀδολεσχεῖν, ἐὰν διὰ μακροτέρων διηγῶμαι τά τε ἀναλώματα καὶ τὰς πράξεις, ὡς ἐν καιρῷ τε ἕκασται καὶ χρήσιμοι τῇ πόλει ἐδιακονήθησαν. εἰ μὲν γάρ τις ἔχει με ἐπιδεῖξαι ὡς ψεύδομαι, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι ἐξελεγξάτω, τι ἂν μὴ φῇ με ἀληθῆ λέγειν πρὸς ὑμᾶς· εἰ δʼ ἐστὶν ἀληθῆ καὶ μηδεὶς ἄν μοι ἀντείποι ἄλλος οὗτος, δέομαι ὑμῶν ἁπάντων δικαίαν δέησιν· 50.3ὅσοι μὲν τῶν στρατιωτῶν ἐστε καὶ παρῆτε ἐκεῖ, αὐτοί τε ἀναμνήσθητε καὶ τοῖς παρακαθημένοις φράζετε τήν τʼ ἐμὴν προθυμίαν καὶ τὰ συμβάντα ἐν τῷ τότε καιρῷ τῇ πόλει πράγματα καὶ τὰς ἀπορίας, ἵνα ἐκ τούτων εἰδῆτε ὁποῖός τίς εἰμι περὶ ἂν προστάξητε ὑμεῖς· ὅσοι δὲ αὐτοῦ ἐπεδημεῖτε, σιγῇ μου ἀκοῦσαι διηγουμένου ἅπαντα πρὸς ὑμᾶς, καὶ ἐπὶ τούτων ἑκάστῳ, οἷς ἂν λέγω, τούς τε νόμους παρεχομένου καὶ τὰ ψηφίσματα, τά τε τῆς βουλῆς καὶ τὰ τοῦ δήμου, καὶ τὰς μαρτυρίας.

50.4ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς ἐπὶ Μόλωνος ἄρχοντος, ἐκκλησίας γενομένης καὶ εἰσαγγελθέντων ὑμῖν πολλῶν καὶ μεγάλων πραγμάτων, ἐψηφίσασθε τὰς ναῦς καθέλκειν τοὺς τριηράρχους· ὧν καὶ ἐγὼ ἦν. καὶ τὸν μὲν καιρὸν τὸν συμβεβηκότα τῇ πόλει τότε οὐκ ἐμὲ δεῖ διεξελθεῖν, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀναμνησθῆναι, ὅτι Τῆνος μὲν καταληφθεῖσα ὑπʼ Ἀλεξάνδρου ἐξηνδραποδίσθη,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.1 Dem. 50.3 (English) >>Dem. 50.6

Powered by PhiloLogic